Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.307 Joseph. AJ 1.311 (English) >>Joseph. AJ 1.315

1.309

Τοῦτον ἅπαντα τὸν χρόνον, ἔτη δʼ ἐστὶν εἴκοσιν, ἐποίμαινε τῷ πενθερῷ· μετὰ τὸν δʼ ἠξίου τὰς γυναῖκας ἀναλαβὼν ἀπαλλάττεσθαι πρὸς αὑτόν· τοῦ δὲ πενθεροῦ μὴ συγχωροῦντος κρύφα τοῦτο ποιεῖν ἐπενόει. 1.310τῶν γυναικῶν οὖν ἀπεπειρᾶτο, πῶς ἔχοιεν πρὸς τὴν ἀποδημίαν, τῶν δʼ ἐχουσῶν ἡδέως Ῥαχήλα καὶ τοὺς τύπους τῶν θεῶν, οὓς σέβειν πατρίους ὄντας νόμιμον ἦν, συνανελομένη συναπεδίδρασκε μετὰ τῆς ἀδελφῆς οἵ τε ἑκατέρων παῖδες καὶ αἱ θεραπαινίδες σὺν τοῖς υἱοῖς εἴ τέ τις ἦν κτῆσις αὐταῖς. 1.311ἐπήγετο δὲ Ἰάκωβος καὶ τῶν βοσκημάτων τὴν ἡμίσειαν Λαβάνου μὴ προεγνωκότος. τοὺς δὲ τύπους ἐπεφέρετο τῶν θεῶν Ῥαχήλα καταφρονεῖν μὲν τῆς τοιαύτης τιμῆς τῶν θεῶν διδάξαντος αὐτὴν Ἰακώβου, ἵνα δʼ εἰ καταληφθεῖεν ὑπὸ τοῦ πατρὸς αὐτῆς διωχθέντες ἔχοι τούτοις προσφυγοῦσα συγγνώμης τυγχάνειν. 1.312

Λάβανος δὲ μεθʼ ἡμέραν πρώτην γνοὺς τήν τε Ἰακώβου ἀναχώρησιν καὶ τῶν θυγατέρων δεινοπαθῶν ἤλαυνεν ἐπʼ αὐτὸν μετὰ δυνάμεως ἐπειγόμενος, καὶ καθʼ ἑβδόμην ἡμέραν ἐπί τινος λόφου λαμβάνει προκαθιδρυμένους. 1.313καὶ τότε μέν, ἑσπέρα γὰρ ἦν, ἡσύχαζεν· ὄναρ δὲ θεὸς ἐπιστὰς αὐτῷ παρῄνεσε λαβόντι τὸν γαμβρὸν καὶ τὰς θυγατέρας ἠρεμεῖν καὶ μηδὲν εἰς αὐτοὺς ὑπὸ θυμοῦ τολμᾶν, σπονδὰς δὲ ποιεῖσθαι πρὸς Ἰάκωβον, αὐτὸς λέγων ἐκείνῳ συμμαχήσειν, εἰ καταφρονήσας αὐτοῦ τῆς ὀλιγότητος χωρήσειεν αὐτῷ διὰ μάχης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.307 Joseph. AJ 1.311 (English) >>Joseph. AJ 1.315

Powered by PhiloLogic